Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.12 Dem. 40.14 (English) >>Dem. 40.17

40.13γήμαντος δέ μου τὸν τρόπον τοῦτον, ἐκεῖνος μὲν τὸ θυγάτριόν μοι ἐπιδὼν γενόμενον, οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀρρωστήσας ἐτελεύτησεν· ἐγὼ δʼ, ἄνδρες δικασταί, ζῶντος μὲν τοῦ πατρὸς οὐδὲν ᾤμην δεῖν ἐναντιοῦσθαι αὐτῷ, τελευτήσαντος δὲ ἐκείνου εἰσεδεξάμην τε τούτους εἰς τὴν οἰκίαν καὶ τῶν ὄντων ἁπάντων μετέδωκα, οὐχ ὡς ἀδελφοῖς οὖσιν (οὐδὲ γὰρ ὑμῶν τοὺς πολλοὺς λελήθασιν ὃν τρόπον οὗτοι γεγόνασιν), νομίζων δʼ ἀναγκαῖον εἶναί μοι, ἐπειδὴ πατὴρ ἐξηπατήθη, πείθεσθαι τοῖς νόμοις τοῖς ὑμετέροις. 40.14καὶ οὕτως ὑπʼ ἐμοῦ εἰς τὴν οἰκίαν εἰσδεχθέντες, ὡς ἐνεμόμεθα τὰ πατρῷα, ἀξιοῦντος ἐμοῦ ἀπολαβεῖν τὴν τῆς μητρὸς προῖκα ἀντενεκάλουν καὶ οὗτοι, καὶ ἔφασαν ὀφείλεσθαι καὶ τῇ αὑτῶν μητρὶ τὴν ἴσην προῖκα. συμβουλευσάντων δʼ ἡμῖν τῶν παρόντων, τὰ μὲν ἄλλα πάντα ἐνειμάμεθα, τὴν δὲ οἰκίαν καὶ τοὺς παῖδας τοὺς διακόνους τοῦ πατρὸς ἐξαιρέτους ἐποιησάμεθα, 40.15ἵνʼ ἐκ μὲν τῆς οἰκίας, ὁποτέροις ἂν ἡμῶν φαίνηται ὀφειλομένη προίξ, οὗτοι αὐτὴν κομίσωνται, ἐκ δὲ τῶν παίδων κοινῶν ὄντων, ἐάν τι οὗτοι τῶν πατρῴων ἐπιζητῶσιν, πυνθάνωνται, καὶ βασανίζοντες αὐτοὺς καὶ ἄλλῳ ὅτῳ ἂν τρόπῳ βούλωνται ζητοῦντες. ὅτι δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἐκ τούτων τῶν μαρτυριῶν εἴσεσθε.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.12 Dem. 40.14 (English) >>Dem. 40.17

Powered by PhiloLogic